νῦν δ᾽ ἐπεὶ ἀμφοτέρω πολυήρατον ἱκόμεθ᾽ εὐνήν,
355κτήματα μὲν τά μοι ἔστι, κομιζέμεν ἐν μεγάροισι,
μῆλα δ᾽ ἅ μοι μνηστῆρες ὑπερφίαλοι κατέκειραν,
πολλὰ μὲν αὐτὸς ἐγὼ ληΐσσομαι, ἄλλα δ᾽ Ἀχαιοὶ
δώσουσ᾽, εἰς ὅ κε πάντας ἐνιπλήσωσιν ἐπαύλους.
ἀλλ᾽ ἦ τοι μὲν ἐγὼ πολυδένδρεον ἀγρὸν ἔπειμι,
360ὀψόμενος πατέρ᾽ ἐσθλόν, ὅ μοι πυκινῶς ἀκάχηται:
σοὶ δέ, γύναι, τάδ᾽ ἐπιτέλλω, πινυτῇ περ ἐούσῃ: